Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 45. ΠΕΡΣΑΙ.
Not analysed yet
Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς ἄλλους Ἴωνας. ΠΕΡΣΙΔΕΣ. Πέρσαι Μήδοις παρετάσσοντο. Περσῶν Κῦρος ἡγεῖτο. Κύρου σατράπης Oἰβάρης ἦρξε φυγῆς, καὶ ὅσων ἡγεῖτο Περσῶν, πάντες τῷ σατράπῃ συνέφευγον. ἔνθα δὴ αἱ Περσίδες ἀπαντώμεναι τοῖς φεύγουσιν, ἀνασυράμεναι τοὺς χιτωνίσκους ῾ποῖʼ ἔφασαν φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε; ᾿ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀνα- στρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο.