Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 45. ΣΥΛΟΣΩΝ.
Not analysed yet
Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε- βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.