Ancient Greek · ~3 min
46. ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ. to 48. ΜΕΝΤΩΡ.
Polyaenus, Strategemata 46. ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ.-48. ΜΕΝΤΩΡ.
Not analysed yet
Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυ- νία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γί- γνοιντο. Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πο- λιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν. Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ- μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.