Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 47. ΦΕΡΕΤΙΜΑ.
Not analysed yet
Ἀρκεσίλαος Βάττου Κυρηναίων βασιλέως κατα- στασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτου- μένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλη- σεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρ- καίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπη- γόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προ- βαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλα- βοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ τῷ γένει τὴν ἀρχην ἀπολαβεῖν.