Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 48. ΑΞΙΟΘΕΑ.
Not analysed yet
Ἀξιοθέα Νικοκλέους γυνὴ Κυπρίων βασιλέως πολλῶν ἡκόντων παρὰ Πτολεμαίου βασιλέως Αἰγύπτου καταλυσόντων τὴν ἀρχὴν, ἐπειδὴ Νικοκλῆς μὲν αὐτὸν ἀνεκρέμασεν, οἱ δὲ ἀδελφοὶ αὐτοῦ σφᾶς αὐτοὺς κατέ- σφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γέ- νους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὐτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὐτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν.