Ancient Greek
BIBAION TPITON.
Polyaenus, Strategemata 5. ΚΔEIΣΘΕNΗΣ.
Not analysed yet
Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἄν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χῶώραν τὴν ἔΚιρραίαν, ἴνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ.