Ancient Greek · ~2 min
BIBAION TPITON.
Polyaenus, Strategemata 6. ΦΡΥΝΙΧΟΣ.
Not analysed yet
Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ- λον οἱ πολέμιοι. κατὰ τὸ ἀτείχιστον τῆς Σάμου μέλλουσι προσβάλλειν οὐ πασῶν [ένδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν ρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις ρυνίχου μᾶλλον ἐπί- στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν.