Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 50. ΚΕΛΤΑΙ.
Not analysed yet
Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλε- μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή- σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.