Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 49. ΤΥΡΡΗΝΙΔΕΣ.
Not analysed yet
Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπʼ Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέ- σαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ- εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περι- καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι- κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ- κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ- ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν.