Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 50. ΛΑΟΔΙΚΗ.
Not analysed yet
Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδικην ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευ- κος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπών παῖδα νήπιον ἐτελεύτησε διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπρά- ξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προή- γαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστή- σαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερε- νίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερε- νίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφʼ αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θερα- πευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους. ἐφʼ ὅσον μεταπεμφθεὶς ὑπʼ αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμ- πων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἕτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος.