Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 49. ΑΡΧΙΔΑΜΙΣ.
Not analysed yet
Πύρρος Ἠπειρώτης ἐστράτευσεν ἐπὶ Λακεδαίμονα. μάχης ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης ἀναχωρή- σαντες οἱ Λακωνες ἐβονλεύσαντο παῖδας μὲν καὶ γυναῖ- κας ἐς Κρήτην ὑπεκθέσθαι, αὐτοὶ δὲ κινδυνεύειν μέχρι νίκης ἢ θανάτου. Ἀρχίδαμις Κλεάδα βασιλέως θυγά- τηρ ἀντεῖπε τῇ γνώμῃ, ως καλὸν ταῖς Λακαίναις μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν ἢ ζῆν μετʼ αὐτῶν. καὶ δὴ πρὸς αὐτὰς ἐνείμαντο τὰ ἔργα τοῦ πολέμου· ἐτά- φρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον, τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο.