Ancient Greek · ~2 min
6. ΔEPKΥΔIΔΑΣ. to 7. AΛΚΕΤΑΣ.
Polyaenus, Strategemata 6. ΔEPKΥΔIΔΑΣ.-7. AΛΚΕΤΑΣ.
Not analysed yet
Δερκυλίδας ὥμοσε Μειδία τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν πείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σεʹ, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὥμοσα· κἀγώ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι. ᾿Ἀλκέτας ακεδαιμόνιος ἀπὸ στιαίας ὁρμώμενος βουλόμενος λαθεῖν, πεπληρωκως ναῦς πολλὰς, καθελ- κύσας τριήρη μίαν καὶ ἐς ταύτην ἀνὰ μέρος ἐμβιβάζων τοὺς στρατιώτας, ἴνα δοκοίη τοῖς πολεμίοις ἓν σκάφος ἔχειν, ἤσκει τῶν τριήρων ἁπασῶν τὰ πληρώματα.