Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 5. ΓOPΓIΔΑΣ.
Not analysed yet
Γοργίδας πρῶτος ἐν Θήβαις τὸν ἱερὸν λόχον συν- έταξεν. ὁ λόχος ἦν ἐρασταὶ καὶ ἐρώμενοι τριακόσιοι. φιλοῦντες γὰρ δὴ ἀλλήλους οὐκ ἄν ποτε φύγοιεν, ἀλλʼ ἢ ὑπὲρ ἀλλήλων ἀποθάνοιεν ἢ νικῷεν τοὺς πολεμίους. Γοργίδας ἱππεῖς ἔχων Θηβαίους παρετάσσετο Φοι- βίδᾳ πελταστὰς ἔχοντι· στενόπορον ἦν τὸ χωρίον. Γοργίδας φεύγειν προσποιούμενος τοὶς πελταστὰς ἐπὶ πόδα ἀνεχωώρει· τῶν δὲ πολεμίων ἐγκειμένων, ὑπήγαγεν αὐτοὺς ἐς τὴν εὐρυχωρίαν. ἔνθα δὴ Γοργίδας κράνος ἐπὶ δόρατος ἀνατείνας σημεῖον ἔδωκεν ἀναστροφῆς. αὡς δὲ ἐν πλατυτέρῳ χωρίῳ τὸ ππικὸν ἀνέστρεψε, τὴν ἐμβολὴν τῶν ΐππων οὐ φέροντες οἱ πελτασταὶ προ- τροπάδην ἐς Θεσπιὰς ἔφυγον. ἀφʼ ὧν ***ἐν τῇ φυγῇ· Θοιβίδας δὲ διῶώκων αὐτίκα φεύγων ῷχετο.