Ancient Greek · ~1 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 63. MIΛΗΣIΑ.
Not analysed yet
Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατ- έσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαί- φνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι. τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο.