Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 64. ΜΗΛΙΑΙ.
Not analysed yet
Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχον- τες· Κᾶρες οἱ Κρύασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον ἝΣλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὶ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὐτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τήν χώραν κατῴκησαν.