Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 7. ΔΑΦΝΑΙΟΣ.
Not analysed yet
Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ- χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν- των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού- σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰαλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρʼ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ῾παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμενʼ· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.