Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 8. ΑΕΠΤΙΝΗΣ.
Not analysed yet
Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη- δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφʼ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο. Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τά- ραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Τα- ραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν στολὴν ἀποθέμενος καὶ λαβών ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀπο- κόψας τὰ πρυμνήσια τὸ σκάφος. ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβών ἀνέπλευσεν ὡς Διονύσιον.