Ancient Greek
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 70. ΚΥΡΗΝΑΙΑΙ.
Not analysed yet
Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προ- στασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρ- χον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.