Ancient Greek · ~2 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 69. ΑΚΑΡΝΑΝΙΔΕΣ.
Not analysed yet
Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρε- τάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δύναμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν.