Ancient Greek · ~4 min
Dfhg-Source dfhg4_POLYCHARMUS_NAUCRATITA
POLYCHARMUS (NAUCRATITA), Fragmenta 1
Not analysed yet
Οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν, γράφων οὕτως· «Ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δίνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφ ̓ ἑκατέρῳ σάρκας ὀπτὸς ἀριθμῷ δέκα. Καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δίναν, καὶ ἀποθεωρεῖ τὸ γινόμενον. Μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δίνα, καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον, ὥστ ̓ ἐκπλήττεσθαι τὸ ὁρατὸν τοῦ πράγματος, τῷ δὲ μεγέθει, ὥστε καὶ εὐλαβηθῆναι. Ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων ὁ προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως ὁ μαντευόμενος περὶ ὧν ηὔξατο. Φαίνονται δὲ ὀρφοὶ, γλαῦκοι, ἐνίοτε δὲ φάλαιναι ἢ πρίστεις, πολλοὶ δὲ καὶ ἀνόρατοι ἰχθῦς, καὶ ξένοι τῇ ὄψει.»