Ancient Greek · ~1 min
2 to 4
POLYCHARMUS (NAUCRATITA), Fragmenta 2-4
Not analysed yet
Σοῦρα, μαντεῖον Λυκίας, περὶ οὗ Πολύχαρμός φησιν ἐν Λυκιακοῖς, ὅπου νῦν φρέαρ θαλάσσης, τόπος Σούριος καλούμενος. Τὸ ἐθνικὸν Σουρηνός. Ἴλαρις, πόλις Λυκίας, ὡς Πολύχαρμος ἐν Λυκιακοῖς. Τὸ ἐθνικὸν Ἰλαρεύς. Φελλὸς, πόλις Παμφυλίας. Ἑκαταῖος. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ Περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. Ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.