Ancient Greek · ~5 min
Dfhg-Source dfhg4_POLYCHARMUS_NAUCRATITA
POLYCHARMUS (NAUCRATITA), Fragmenta 5
Not analysed yet
Περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου, τίς ἐστι τὴν ἄνθην, πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται· «Κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος, ἐμπορίᾳ χρώμενος καὶ χώραν πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου, ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος, ᾔει φέρων εἰς τὴν Ναύκρατιν. Καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου, ἐπεὶ χειμὼν αἰφνίδιον ἐπέπεσε καὶ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα, σώζειν αὐτοὺς αὐτὴν δεόμενοι. Ἡ δὲ θεὸς (προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν) αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνας χλωρᾶς πλήρη, ὀδμῆς τε ἡδίστης ἐπλήρωσε τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσι τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν. Γενομένου δὲ ἐμέτου πολλοῦ καὶ ἡλίου ἐκλάμψαντος, κατιδόντες τοὺς ὅρους ἧκον εἰς τὴν Ναύκρατιν. Καὶ ὁ Ἡρόστρατος, ἐξορμήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ, θύσας τε τῇ θεῷ καὶ ἀνθεὶς τῇ Ἀφροδίτῃ ἄγαλμα, καλέσας τε καὶ ἐφ ̓ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους, ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.» Ὁ μὲν οὖν Πολύχαρμος ταῦτα.