Ancient Greek · ~2 min
19
Polystratus, P.Herc. 336, 336/1150, 1150 19
Not analysed yet
παθῶν εἰς εὐδίαν καὶ διαγωγὴν ἄλυπον καὶ οἰκείαν ἐρχόμεθα· ὃ γίνεται μόνως ἐκ τῆς ὀρθῆς ὥσπερ εἴρηται φυσιολογίας θεωρησάντων τὴν τῶν πάντων φύσιν ὡς ἔχει, καὶ τὴ ν ἐν ταύτηι δύναμιν τῶν οἰκείων τε καὶ ἀλλοτρίων παρακολουθησάντων, καὶ ποῖαι φυσικαὶ ἢ οὐ φυσικαὶ ἐπιθυμίαι εἰσὶ ν τηρησάντων ατρ ηφων ὅτι παρααι παν τ γίνονται καὶ σπουδαῖ α ι πράξεις πολλάκις ἀ λυσιτελεῖς, καὶ ἐν τοῖς ἐπάνωι εἰρημένοις πολλὰ θρασυνομένων ἢ κενῶς πάλιν δεισιδαιμονούντων τῶν ἀνθρώπων καὶ ἐν ἄλλοις τῶν κατὰ τὸν βίον πρατ