Ancient Greek · ~3 min
21
Polystratus, P.Herc. 336, 336/1150, 1150 21
Not analysed yet
τι περὶ τούτων λέγειν, ἄχρι τῆς πρὸς τὸν πλησίο ν δοξο κοπίας, οὐχ ἕνε κα τῆς αὑτῶν ἀταραξ ίας τοὺς λόγους ἐποιοῦντο, ὡς δηλοῦσιν οἵ τε προειρημένοι καὶ ἡ τῶν ἀπαθεῖς καὶ κυνικοὺς αὑτοὺς προσαγορευσάντων αἵρεσις, καὶ τὰ λεγόμενα καὶ πραττόμενα ὑπ' αὐτῶν καὶ ν υπο ψευδής ἐστι ἡ δόξα τῶν οὔτε κα λὸν οὔτε αἰσχρὸν οὔτε ἄλλο ἁπλῶς τῶν τοιούτων ο ὐθὲν φ ασκόντων ει αι, ἐπειδ ὴ οὐχ ὥσπερ λίθος καὶ χρυσὸς καὶ τὰ ὅμοια τούτοις, ὧν φαμεν φύσει, ο ὐ νόμωι ἕκαστον ὑπάρχειν, οὕτω καὶ ταῦτα πᾶσιν τὰ αὐτά ἐστιν, ἀλλ' ἄλλα. οὐθὲν γὰρ τούτων ει αι κατ' ἀλήθειαν· δεῖν γάρ,