Ancient Greek · ~2 min
24
Polystratus, P.Herc. 336, 336/1150, 1150 24
Not analysed yet
ἀλλὰ μᾶλλον πειθὼ λαβεῖν, ὡς ψευδῶς νομίζεται τὰ καλὰ καὶ αἰσχρὰ καὶ ὅσα νομίζεταί ποτ' ἄλλα, ἐπειδὴ οὐχ ὥσπερ χρυσὸς καὶ τὰ τοιαῦτα πανταχοῦ ἐστιν ταὐτά ἐμποδὼν γὰρ ἑκάστωι δήπου συνορᾶν, ὡς οὐδὲ μεῖζον καὶ ἔλαττον τὸ αὐτὸ πανταχοῦ καὶ πρὸς πάντα τὰ μεγέθη ὁρᾶται, οὐδ' ὡσαύτως τὸ ἡδὺ καὶ τὸ ἀηδὲς τωι ω εν λ οντινς ὡσαύτως δὲ καὶ ἐ πὶ τῶν βαρυτέρων καὶ κουφοτέρων συμβέβηκεν, καὶ ἐπὶ τῶν λοιπῶν δ' ἁπλῶς δυνάμενων τὸν αὐτὸν τρόπον ἔχει. οὔτε γὰρ ὑγιεινὰ ταὐτὰ πᾶσιν ὑπάρχει οὔτε θρεπτικὰ ἢ φθαρτικὰ οὔτε τὰ τούτοις ἐναντία, ἀλλὰ ταὐτὰ τοὺς μὲν ὑγιάζει καὶ τρέ