Ancient Greek · ~3 min
25
Polystratus, P.Herc. 336, 336/1150, 1150 25
Not analysed yet
φει, τοὺς δ' ἐκ τῶν ἐναντίων διατίθησιν. ὥστε ἢ καὶ ταῦτα πάντα φατέον λ ψευδῆ ει αι, ἃ περιφανῶς ἕκαστος θεωρεῖ ὃ ἐργάζεται, ἤ, μὴ βουλόμενον ἀναισχυντεῖν καὶ μάχεσθαι τοῖς φανεροῖς, οὐδὲ τὰ καλὰ καὶ τὰ αἰσχρὰ ἀρτέον ὡς ψευδῶς νομιζόμενα, ὅτι ο ὐ πᾶσι ταὐτά ἐστιν ὥσπερ λίθος ἢ χρυ σὸ ς ἢ ἄλλο τι τῶν τοιούτων τα ὅτι τὰ πρός τι κατηγορούμενα οὐ τὴν αὐτὴν χώραν ἔχει τοῖς κατὰ τὴν ἰδίαν φύσιν λεγο μένοις καὶ μὴ πρός τι, οὐδὲ τὰ μὲν ἀληθῶς ὑπάρχει, τὰ δ' οὔ. ὥστε τὸ ἀξιοῦν ταὐτὰ τούτοις συμβεβηκέναει εὔηθες, ἢ τὰ μὲν ει αι, τὰ δὲ μή· καὶ οὐθὲν διαφέρει ἀπὸ τῶνδε τάδε ἀνασκευάζειν ἢ ἀπὸ τῶνδε τάδε. ἀλ