Ancient Greek
26
Polystratus, P.Herc. 336, 336/1150, 1150 26.Column 26sup
Not analysed yet
λ' ὁμοίως εὐήθης ὁ νομίζων δεῖν, ἐπειδὴ τὸ μεῖζον καὶ βαρύτερον ἢ λευκότερον καὶ γλυκύτερον τινὸς μέν ἐστι μεῖζον, τινὸς δὲ ἔ λαττον καὶ βαρύτερον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, καθ' αὑτὸ δὲ τούτων οὐθὲν πέπονθεν ὅπερ πρὸς ἄλλο, οὕτω καὶ τὸν λίθο ν κα ὶ τὸν χρυσὸν καὶ τὰ τοιαῦτα δεῖν, εἴπ ερ κατ' ἀλήθειαν η ,τῶν αὐτῶν παθῶν ἐπ ή βολα γίνεσθαι, ὥστε μὴ πᾶσι