Ancient Greek · ~2 min
28
Polystratus, P.Herc. 336, 336/1150, 1150 28
Not analysed yet
νον τῶν λοιπῶν ἀνθρώπων ἐν τῶι βίωι πᾶσιν τοῖς τοιούτοις, ἀλλὰ καὶ αὐτῶν τῶν ἃ προεῖπον διαλεγομένων, ἀφέντας ταῦτα πειρᾶσθαι τοὺς πολλοὺς ἐλέγχειν ἐν οἷς οὐθὲν διέπιπτον καὶ ἀξιοῦν πᾶσιν ταὐτὰ ειναι αἰσχρὰ καὶ καλά, καὶ ἐπ ειδὴ οὐχ ὑπάρχει τοῦτο, ψευδῶς ἤδη φάσκειν οὐκ ὄ ντα τὰ τοιαῦτα ν τ π τῶ ν τοιο ύτων ων. καὶ αὐτοὺς θρασύνεσθαι καὶ ἄλλους παροξύνεειν ἐπὶ τὸ μηθὲν ἔτι, τούτων ἀτόπων νομιζομένων, θαρροῦντας πράττειν, κατανόει, τίν' ὑπερβολὴν ἀνοίας ἔχει. καὶ πῶς εἰκὸς τοὺς τοιούτους πάντας ἀπαλλάττειν ἐν τῶι βίωι ἤ τινα πίστιν ἔχειν τῶν πρατ