Ancient Greek · ~3 min
29
Polystratus, P.Herc. 336, 336/1150, 1150 29
Not analysed yet
τομένων παρ' αὑτῶν πᾶν γὰρ τὸ τοιοῦτο παῖγμα τῶν λόγων συνορῶντας, μετὰ τῶν προειρημένων σπουδαστέον περὶ φυσιολογίαν, ἵνα μηθενὶ τῶν προειρημένων ἐνεχώμεθα. καὶ γὰρ π ερὶ ἐνυπνίων τε καὶ τ ῶ ν ἐπάνω εἰρημένων ἁπάντων καὶ περὶ ὧν ἐν ἀρχῆι ἐλ έγομεν ὡσαύτως δεῖ ἡμᾶ ς πρᾶξαι νον μὴ ταράττεσθαι κατὰ τὸν β ίον, ὅ περ ἡμῖ ν ἔσται μόνως, πῶς ἡ ἐν τοῖς ουσιν ἀλήθεια δ ἔχει, κατανοήσασιν. αὕτη γὰρ οὔτε θρ ασύνεσθαι π αρὰ τὸ προσῆκον οὐθὲν ποιήσει οὔτε κεναῖς δ όξαις ἀνθρώπων δουλεύοντα πάλιν δεισιδαίμονα καὶ δοῦλον παντὸς καὶ ἐπτοημένον περὶ ὃ ἂν τύχηι ἐάσειεν ει αι οὔτε ἄλληι τι