Ancient Greek · ~2 min
33
Polystratus, P.Herc. 336, 336/1150, 1150 33
Not analysed yet
εὑρήσεις ἀποτελεστικὸν καθεστηκός, ὥσπερ ἐρρήθη. ποίει δὴ ὡς λέγωι, ἵνα καὶ περὶ αὐτῶν τῶν νῦν λεγομένων ἐξετάζηις, πότερον ὀρθῶς λέγεται ἢ οὔ, καὶ οὕτως καταφρονῆις αὐτῶν, ἐὰμ μὴ εὑρίσκηις ὡς ἡμεῖς φαμεν ἔχειν, ἢ ἐπιμαρτυρουμένου σοι τοῦ λόγου ἀεὶ μᾶλλον πιστεύηις αὐτῶι καὶ ἐπ' αὐτῶν τῶν ἔργων ἀκ ολουθεῖν πειρᾶ ι εὐθὺς διὰ τὸ οὕτω μάλιστ' ἂν τὰ π άθη καταπαύεσθαι καὶ σαυτοῦ καὶ τῶν ἄλλω ν ἀνθρώπων, μὴ λόγωι μόνον ἀλλ' ἔργωι· τοῦτο γὰρ ἀληθινῶς ἐστι φιλοσοφία ς ἔργον. Πολυστράτου περὶ ἀλόγου καταφρονήσεως, οἱ δ' ἐπιγράφουσιν πρὸς τοὺς ἀλόγως καταθρασυνομένους τῶν ἐν τοῖς πολλοῖς δοξαζομένων