Ancient Greek · ~3 min
32
Polystratus, P.Herc. 336, 336/1150, 1150 32
Not analysed yet
σαντας ματαίως ἐλ πίσι κεναῖς μόνον καὶ οὐδέποτε ἐπιμαρτυρουμέναις διὰ τέλους, καὶ ἐκ τούτων πάλιν ἕτερα προ σεπισωρεύοντας αὑτοῖς κακὰ παρὰ τὸ μὴ δύνασθαι διαγνῶναι, τί ἡ φύσις ἡμῶν αὐτὴ ζητεῖ τέλος καὶ ἐκ τίνων τοῦτο συμπληροῦσθαι πέφυκεν. ἡ γὰρ τούτων ἀβλεψία πάντων ἀρχηγὸς κακῶν. πειρῶ μὲν τοί ν υ ν τ ῶν εἰρημένων συμφορῶν ἔξω σαυτὸν καθιστάναι, περὶ π άντων δ' ,ὥσπερ προείρηται, σαυτῶι λόγον διδοὺς τὸν εἰς τὸν βίον καὶ τὰ πάθη ἐν α ρ μόττοντα μηθὲν εἰκῆι πράττειν, μηδὲ περὶ ἄλλου μὲν μηθενός, ἥκιστα δὲ περὶ ὧν εὐθὺς ἐκ παιδίων ἐνωμιλημένας ἔχομεν δόξας. τὸ γὰρ περὶ τούτων ἀλόγως θρασύνεσθαι τῶν μεγίστων συμφορῶν