Ancient Greek
Section 5
Porphyrius, Ad Marcellam 5
Not analysed yet
ἀδήλου δὲ ἐν ταῖς ἀποδημίαις τοῦ μέλλοντος ὄντος ἀναγκαῖόν σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰ- κειότερον δ᾿ εἴποιμ᾿ ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυ- τῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν” ,καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκεϊ μοχθίζοντος” ,πλὴν ὅτι τῷ μὲν τὸ ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου” ,σοὶ δʼ ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῷμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖ- νον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπω- δύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσο- φίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μηδὲ πόθῳ τῆς παῤ ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦ- σαι, μηδὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρί- ων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποτα- μῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀν- θρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρή- μασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύ- ναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀνα- στρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παῤ ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ ἐλάττωσις εἶναι ὑπελήφθη.