Ancient Greek
Section 6
Porphyrius, Ad Marcellam 6
Not analysed yet
τὴν δὲ τοῦ ἐπωφελοῦν- τος τὴν ψυχὴν ἀπουσίαν, πατρός τε ὁμοῦ καὶ ἀνδρὸς καὶ διδασκάλου καὶ συγγενῶν, εἰ δὲ βούλει, καὶ τῆς πατρίδος τὴν εὔνοιαν εἰς αὑτὸν συνῃρηκότος, δοκοῦ- σαν περιέχειν εὔλογον τῆς δυσχερείας τὴν αἰτίαν, παρηγοροίης ἂν θεωρὸν προστησαμένη τὸν λόγον, οὐ τὸ πάθος. πρῶτον μὲν ὡς οὐκ ἦν ἄλλως, ὅπερ ἔφην, πρὸς τῶν μελλόντων νόστου δὴ μιμνήσκεσθαι ἐκ τῆς ἐνταυθοῖ ξένης καταγωγῆς τὸ δι᾿ ἡδονῆς καθάπερ ἱππήλατόν τι χωρίον καὶ ῥᾳστώνης ποιεῖσθαι τὴν ἐπάνοδον. αὐτὸ γὰρ τὸ πρᾶγμα ὡς οὐδὲν ἄλλο ἄλλῳ ἀντίκειται πράγματι, ἡδονή τε καὶ ῥᾳθυμία τῇ πρὸς θεούς ἀνόδῳ. ἐπεὶ οὐδὲ τὰ ὑψηλότερα τῶν ὀρῶν ἀκινδύνως καὶ πόνων ἄνευ ἦν ἀναβαίνειν, οὐδ᾿ ἀπὸ τῶν μυχῶν τοῦ σώματος διὰ τῶν εἰς τὸ σῶμα καταγωγῶν, ἡδονῆς τε καὶ ῥᾳθυμίας, ἀνακύπτειν. διὰ γὰρ μερίμνης ἡ ὁδὸς καὶ τῆς ἀναμνήσεως τοῦ πτώματος. κἂν ᾖ τὰ συμβαίνοντα δυσχερῆ, τὸ δύσκολον πρὸς ἀνάβασιν οἰκεῖον· ὅτι καὶ τὸ ῥεῖα ζώειν παρὰ θεοῖς, πεπτωκόσι δὲ εἰς τὴν ἔγερσιν ἐναντιώτατον ὡς ἂν εἰς λήθην ἄγον τῷ ἀλλοτρίῳ καὶ τῷ ὕπνῳ συντελοῦν, ἂν καθεύδωμεν ὑπὸ τῶν ψυχα- γωγούντων ἡμὰς ἐνυπνίων βουκολούμενοι.