Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
Porphyrius, De abstinentia 10-3
Not analysed yet
ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἦ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξη- σιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλʼ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λό- γον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις διδάσκονται δὲ τὰ μὲν ὑπʼ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀν- θρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριω- τάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων. αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό- πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλʼ οὐ τά γε ζῷα· ζωογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνω- δίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεν- νῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δʼ ἄν τις κατίδοι καὶ σύν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τού σαίνειν τῷ τρέ- φοντι καὶ ἐπιγιγνώσκειν τὸν δεσπότην καὶ μηνύειν τὸν ἐπίβουλον.