Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
Porphyrius, De abstinentia 9-3
Not analysed yet
ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρο- νήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν, εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάτ- τεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυών μὲν πλήκτρῳ, σκορπίος δὲ κέντρῳ· οἱ δʼ ἐν Αἰγύπτῳ ὄφεις πτύσματι (ὅθεν καὶ πτυάδες καλοῦνται) ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόν- των, ἄλλο δὲ ἄλλῳ χρῆται, σῶζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδών μὲν τῶν ἐσχυροτέ- ρων θηρίων, τοὔμπαλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω μέν, ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συνανθρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δʼ ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπʼ ὀρ- νίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα πολυπραγ- μονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σωτη- ρίαν αὐτῶν τὴν οἴκησιν.