Ancient Greek · ~5 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 13
Not analysed yet
λοιπὸν δὲ ὁ πολὺς καὶ δημώδης ἄνθρωπος ἃ λέ- γειν εἴωθεν παραθετέον. τοὺς γὰρ παλαιούς φασιν τῶν ἐμψύχων ἀποσχέσθαι οὐ διʼ εὐσέβειαν, διὰ δὲ τὸ μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δʼ ἔμαθον, τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσ- ειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοι- πὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφα- γεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν διʼ ἑψήσεως, προσεμένους τὰ κρέα. διʼ ἃ “ὠμοφάγοι” μὲν οἱ “θῶες” καὶ ἐν ὀνείδει τὸ “ὠμὸν βεβρώθοις Πρίαμον” καὶ “ὤμι” ἀποτεμνόμενον κρέα ἔδμεναι,ʼʼ ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν κρεῶν ὠμο- αγίας. . . . . “κρεῶν πίνακας παρέθηκεν ἀείρας παν- τοίων.” τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμ- ψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεἴν, τοῖς πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφά- γον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἱ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἱ δὲ καὶ ἐν ἄμμῶ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλ- ληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν ἐστιν ἔθος.