Ancient Greek · ~6 min
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 14
Not analysed yet
ὁ δὲ κελεύων μὴ ἐσθίειν καὶ ἄδικον ἡγού- μενος, οὐδὲ κτείνειν δίκαιον ἐρεῖ οὐδὲ ψυχὰς ἀφαι- ρεῖσθαι. ἀλλὰ μὴρρ πρός γε τὰ θηρία πόλεμος ἡμῖν ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτί- θεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δʼ οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτʼ αὐτὸς δηχθείη μήτʼ ἄλλος ἀπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δʼ ὄντος τοῦ πρὸς τὰ θηρία πολέμου, πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφα- γοῦσιν, οὔθʼ ἵππους ἐσθίουσιν οὔτʼ ὄνους· ὗς μέντοι ἐσθίουσιν, ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰου- δαῖοι ἀπέσχοντο, ὅτι οὐδʼ ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἐλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρʼ ὅσον οὐδʼ ἤνεγκεν ἡ Ἑλλὰς ταῦτα τὰ ζῷα, οὕτως οὐδʼ ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσ- ήχθη τὸ ζῷον τοῦτο, παρʼ ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοἵς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δʼ ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδʼ ἄν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.