Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
Porphyrius, De abstinentia 13-3
Not analysed yet
ἀλλὰ φαίη τις ἄν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμὰς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄ- ρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοι- νωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμιᾶς πε- ποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συν- τίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώ- ποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπʼ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τούς δεσπότας ὑπηρέτας καὶ ἐπιμεληχ- τὰς αὐτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θη- λειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσο τυγχάνει· καὶ το- σοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ διʼ αὐτά, διʼ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπʼ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐ- δένα οὕτως ἀποθνήσκειν εὔχονται ὡς τοῦτον.