Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
Porphyrius, De abstinentia 14-3
Not analysed yet
οὕτω δʼ ἐστὶ λογιστικὰ ὦν δρᾷ, ὥστε πολλάκις ἐπιστά- μενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, διʼ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται, εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολ- λάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας εἰ- δότα ὅτι ἀλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖ- ροι περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κάκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ τὰ τὸ μετʼ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθʼ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦ- μεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν.