Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 13-4
Not analysed yet
πρὶν δὲ τῆς κοινῆς ἅψα- σθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶ- τον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώ- πους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτʼ ἐξ ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδί- κους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐ- τὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἢ τινι πλείονι κόσμῳ τοὺς ὑποτεταγμέ- νους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὲ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθʼ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτόυ τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμιά- των ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃ- στείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦ- τοι μὲν οἱ ὅρκοι· οἱ δʼ ἁλόντες καὶ οἱ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλλυνται. διʼ ὃ δὴ πολ- λοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρ- τήμασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δʼ ἐστὶν αὐ- τῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώ- θασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται τὴν καρ- τερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καό- μενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵνʼ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φά- γωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέ- δειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπο- μένουσι, μειδιῶντες δʼ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρω- νευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρʼ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυ- σικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμέ- νας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἵ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἄν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δέ, εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. τοιοῦτο μὲν τὸ τῶν Ἐσ- σαίων παρὰ τοῖς Ἰουδαίοις τάγμα.