Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.
Porphyrius, De abstinentia 14-4
Not analysed yet
πᾶσί γε μὴν ἀπη- γόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσ- φεύγοντα ταῖς οἰκίαις ἀναιρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συν- εξαιρεῖν, φείδεσθαι δὲ κελεύει κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφο- βήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολύτοκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπι- μελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα, ἃ τῷ πλη- θύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπε- χόμεθα, οἷον σαυρῶν, σκωλήκων, μυῶν, ὄφεων, κυ- νῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττον- τες διαφθαρῶμεν πληθυνόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν, ἐπεὶ καὶ τούτων ἀναιροῦν- τες τὰ πολλὰ οὐδενὸς ἔτι γευόμεθα.