Ancient Greek
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 19-2
Not analysed yet
οἱ δὲ τὰ περὶ τῶν ἱερουργιῶν γεγραφότες θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλουσιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγρά- φων τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ, ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δʼ ἀμπέλου σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη· ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τʼ ἐλαίας καὶ τὸ ποικιλώτατον ξουθῆς μελίσσης κηρόπλαστον ὄργανον. σεμνὰ δʼ ἦν τῶν πρὶνὑπομνήματα ἐν Δήλῳ ἐξ Ὑπερ– βορέων ἀμαλλοφόρων. δεῖ τοίνυν καθηραμένους τὸ ἦθος ἰέναι θύσοντας, τοῖς θεοῖς θεοφιλεῖς τὰς θυ- σίας προσάγοντας, ἀλλὰ μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιε- σαμένοις οὐκ ἀρκεῖν νομίζουσι πρὸς τὸ τῶν θυσιῶν ἁγνόν ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι, μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχον- τες ἴωσι πρὸς τὰς θυσίας, οὐδὲν διαφέρειν νομί- ζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαί- ροντα μάλιστα τὸν θεὸν διακειμένῳ καθαρῶς, ἅτε συγγενεῖ πεφυκϲτι. ἐν γοῦν Ἐπιδαύρῳ προεγέγρα- πτο, ἁγνὸν χρὴ ναοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δʼ ἔστι φρονεῖν ὅσια.