Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 20-2
Not analysed yet
ὅτι δὲ οὐ τῷ εὐόγκῳ χαίρει ὁ θεὸς τῶν θυσιῶν, ἀλλὰ τῷ τυχόντι, δῆλον ἐκ τοῦ τῆς καθʼ ἡμέραν τρο- φῆς, κἂν ὁποία τις οὖν αὕτη παρατεθῇ, ταύτης πρὸ τῶν ἀπολαύσεων πάντας ἀπάρχεσθαι μικρὸν μέν, ἀλλὰ τῷ μικρῷ τούτῳ παντὸς μᾶλλον μεγάλη τίς ἐστι τιμή. διὰ πολλῶν δὲ ὁ Θεόφραστος ἐκ τῶν παρʼ ἑκά- στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν τῶν ἐπετείων πρότερον τῆς πόας λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν (νηφάλια δʼ ἐστὶν τὰ ὑδρόσπονδα), τὰ δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτʼ ἐλαιόσπονδα · τέλος δʼ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγο- νότα οἰνόσπονδα.