Ancient Greek · ~4 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 22-2
Not analysed yet
τῆς γὰρ οἶμαι φιλίας καὶ τῆς περὶ τὸ συγγενὲς αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχε, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφοείδετο τῶν οἰκείων. σκεπτέον δʼ ἔτι καὶ ταῦτα. ὥσπερ γὰρ οἰκειότητος οὕσης ἡμῖν πρὸς τοὺς ἀνθρώ- πους, τούς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας· οὕτως καὶ τῶν ἀλόγων ζῴων τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά- πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναι- ρεῖν ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρ- μημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσ- περ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθά- περ καὶ τῶν ἀνθρώπων.