Ancient Greek · ~3 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 21-2
Not analysed yet
μαρτυρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαν- τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδʼ ὁ Κρόνος οὐδ’ ὁΠὸσειδῶν, ἀλλὰ Κύπρις βασίλεια, ἣ ἐστιν ἡ φιλία τὴν οἵ γʼ εὐσεβέεσσιν ἀγάλμασιν ίλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόσμοις σμύρνης τʼ ἀκράτου θυσίαις λιβάνου τε θυώδους ξουθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας, (ἅπερ καὶ νῦν ἔτι σώζεται παρʼ ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας ὄντα )ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός.