Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 29
Not analysed yet
οὐκ ἔστιν ἡ εὐδαιμονικὴ ἡμῖν θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδʼ ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ οὐδὲν ἄν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι εὐδαίμονας. νῦν δʼ οὐχ ὅπως πᾶν μάθημα συμπλη- ροῖ τὴν θεωρίαν, ἀλλʼ οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ᾿ αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν γάρ, φασίν, ὡς καθʼ ἕκαστον σκοπὸν τελῶν ὄντων, ἡμῖν τοῦ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ εἰς ἄλλο, ἀλλʼ εἰς τὸν ὄντως αὐτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν ἡ σύμφυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τρόπον ἡμῶν, οὐ συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λό- γων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν τʼ ἦν ὀλι- γωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέντας, φέρε ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς καθίστησι σκεψώμεθα.