Ancient Greek
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
Porphyrius, De abstinentia 30
Not analysed yet
ἆρʼ οὖν οὐ τὰ μὲν χωρίζοντα ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατʼ αὐτὰ παθῶν, ἀνάγοντα δὲ πρὸς νοερὰν καὶ ἀφάνταστον ἀπαθῆ τε ζωὴν καθʼ ὅσον οἷόν τε, ταῦτα ἄν εἴη· τὰ δʼ ἐναντία ἀλλότρια καὶ ἀποβολῆς ἄξια; καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστη- σιν, πρὸς ὅ δὲ κατασπᾷ, οἶμαι ἀκόλουθον εἶναι συγ- χωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον ἔθνος ἢ ἑκοῦσιν ἀπεληλυθόσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξ- ορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν τε καὶ ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύ- ειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθε- σθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνή- σκει δʼ ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παρα- δεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως