Ancient Greek · ~5 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 30-2
Not analysed yet
ὑδροφόρους παρθένους κατέλε- ξαν· αἱ δʼ ὕδωρ κομίζουσιν, ὅπως τὸν πέλεκυν καὶ τὴν μάχαιραν ἀκονήσουσιν. ἀκονησάντων δὲ ἐπώ- δωκεν μὲν τὸν πέλεκυν ἕτερος, ὁ δʼ ἐπάταξε τὸν βοῦν, ἄλλος δʼ ἔσφαξε· τῶν δὲ μετὰ ταῦτα δειράν- των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα- χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρ- τῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχε σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς ἐργαζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάν- τας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοι- νωνήσαντας. ὡς δὲ αἰ μὲν ὑδροφόροι τοὺς ἀκονή- σαντας αὐτῶν ῇτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπιδόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα, καὶ ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθʼ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δʼ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διπολείοις Ἀθήνησιν ἐν ἀκρο- πόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τρα- πέζης πέλανον καὶ ψαιστά, περιελαύνουσι τοὺς κα- τανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρώντων ἔστιν νῦν· οἱ μὲν ἀπὸ τοῦ πατάξαντος Σωπάτρου βουτύποι καλούμενοι πάντες, οἱ δʼ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δʼ ἀπὸ τοῦ ἐπισφάξαντος δαιτροὺς ὀνομάζου- σιν διὰ τὴν ἐκ τῆς κρεανομίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν ἀχθῶσι, κατεπόντωσαν τὴν μάχαιραν.