Ancient Greek · ~5 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 31
Not analysed yet
οὕτως οὔτε τὸ παλαιὸν ὅσιον ἦν κτείνειν τὰ συνεργὰ τοῖς βίοις ἡμῶν ζῷα, νῦν τε τοῦτο φυλακτέον ἐστὶ πράττειν. καὶ καθάπερ πρότερον οὐχ ὅσιον ἦν τοῖς ἀνθρώποις ἅπτεσθαι τούτων, οὕτως νῦν τροφῆς χάριν ἅπτε- σθαι τῶν ζῴων οὐχ ὅσιον ἡγητέον. οὐδʼ ἄρα τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ἁγιστείαν ποιητέον, ἀλλʼ ὅτι γε τὸ πάθος ἐκ τῶν σωμάτων καθʼ ἑαυτὸ πᾶν ἐκ- πεμπτέον τοῦτο, ἵνα μὴ τῆς τροφῆς ἐξ ὧν οὐ προσ- ήκει ποριζομένης, σύνοικον ἔχωμεν τὸ μίασμα τοῖς ἰδίοις βίοις. καὶ γὰρ εἰ μηθὲν ἄλλο, πρός γε τὴν κατʼ ἀλλήλων ἐκεχειρίαν μεγάλα πάντες ὀνηθείημεν ἄν. οἷς γοῦν ἡ αἴσθησις τοῦ τῶν ἀλλοφύλων ἅπτε- σθαι ζῴων ἀπέκλινεν, τούτων ὁ νοῦς πρόδηλός ἐστιν ὁμοφύλων ἀφεξόμενος. πάντων μὲν οὖν ἴσως ἦν κράτιστον εὐθὺς ἀποσχέσθαι ἐπεὶ δʼ ἀναμάρτη- τος οὐδείς, λοιπὸν ἀκεῖσθαι τοῖς ὕστερον διὰ τῶν καθαρμῶν τὰς πρόσθε περὶ τὴν τροφὴν ἁμαρτίας. τοῦτο δὲ ὁμοίως γένοιτʼ ἄν, εἰ πρὸ ὀμμάτων ποιη- σάμενοι τὸ δεινὸν ἀνευφημήσαιμεν κατὰ τὸν Ἐμ- πεδοκλέα λέγοντες οἴμοι, ὅτʼ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, πρὶν σχέτλιʼ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι. τὸ γὰρ τοῖς ἁμαρτήμασι συναλγεῖν τὴν οἰκείαν αἲ- σθησιν, εὕρασθαί τι τοῖς ὑπάρχουσι κακοῖς ἄκος ζητούντων βίον, ἵνα καθάπερ ἁγνὰ θύματα τῷ δαι- μονίῳ τῶν ἀνθρώπων ἕκαστος ἀπαρχόμενος τύχῃ τῆς ὁσίας καὶ τῆς παρὰ θεῶν ὡφελείας.