Ancient Greek · ~4 min
IBΔIΟN ΔΕΥΤΕΡΟΝ
Porphyrius, De abstinentia 33-2
Not analysed yet
ἐγὼ δὲ τὰ μὲν κεκρατηκότα παρʼ ἑκάστοις νόμιμα λύσων οὐκ ἔρχομαι· οὐ γάρ μοι περὶ πολιτείας νῦν πρόκειται λέγειν· δεδωκότων δὲ τῶν νόμων, ἐν οἷς πολιτευόμεθα, καὶ διὰ τῶν λι- τοτάτων καὶ ἀψύχων γεραίρειν τὸ θεῖον, τὸ λιτό- τατον αἱρούμενοι νόμῳ τε πόλεως θύσομεν καὶ αὐτοὶ σπουδάσομεν τὴν προσήκουσαν θυσίαν ποιεῖσθαι, καθαροὶ πανταχόθεν τοῖς θεοῖς προσιόντες. ὅλως δʼ εἰ τὸ τῆς θυσίας ἀπαρχῆς ἔχει ἀξίαν καὶ εὐχαρι- στίαν ὧν παρὰ θεῶν ἔχομεν εἰς τὰς χρείας, ἀλογώ- τατον ἂν εἴη αὐτοὺς ἀπεχομένους τῶν ἐμψύχων τοῖς θεοῖς τούτων ἀπάρχεσθαι. οὔτε γὰρ χείρους ἡμῶν οἱ θεοί, ἵνα τούτων αὐτοὶ δέωνται, ἡμῶν μὴ δεο- μένων, οὔτε ὅσιον ἀπαρχὴν διδόναι ἧς ἡμεῖς ἀπε- χόμεθα τροφῆς. ἐπεὶ καὶ τὸ ἔθος τοιοῦτο κατειλή- φαμεν τῶν ἀνθρώπων ὅτε μὲν οὐχ ἥπτοντο ἐμιψύχου βορᾶς οὐδʼ ἀπαρξαμένων ἀπὸ τῶν ζῴων, ἀφʼ οὗ δʼ ἐγεύσαντο καὶ θεοῖς ἀπαρξαμένων· ὥστε καὶ νῦν καθήκει δήπου τὸν ἀποσχόμενον ἐκείνων ἀπάρχεσθαι ὧν καὶ θιγγάνει.